Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 19.36 Joseph. AJ 19.40 (English) >>Joseph. AJ 19.45

19.38ἀλλʼ ἐπὶ φυλακῇ γε, Κλήμης, τὰ πάντα τοῦ αὐτοκράτορος ἡμῖν πράσσειν οὐκ ἐλλέλειπται· τῶν γὰρ συνομωμοκότων αὐτοῦ κατὰ τῆς ἡγεμονίας προνοίᾳ καὶ πόνοις τοὺς μὲν ἀπεκτείναμεν, τοὺς δὲ ἐστρεβλώσαμεν ἐπὶ τοσοῦτον, ὡς ἐλεεινοὺς κἀκείνῳ γενέσθαι, μετὰ πόσης τε ἀρετῆς ἡμῖν ἐξάγεται τῶν στρατιῶν;” 19.39σιγήσαντος δὲ τοῦ Κλήμεντος καὶ τὸ μὲν αἰσχύνῃ φέρειν τὰ προστασσόμενα καὶ τῷ βλέμματι καὶ τῷ ἐρυθήματι παριστάντος, λόγῳ δὲ αὐτοῖς τὴν μανίαν τοῦ αὐτοκράτορος προσκαλεῖν ἄδικον ἡγουμένου προνοίᾳ τοῦ ἀσφαλοῦς, 19.40Χαιρέας ἤδη θάρσει χρώμενος ἐν λόγοις ἦν κινδύνων ἀνειμένοις πρὸς αὐτὸν τὰ κατέχοντα δεινὰ τὴν πόλιν καὶ τὴν ἀρχὴν ἐπεξιών, καὶ ὅτι λόγῳ μὲν εἴη Γάιος τὴν ἐπὶ τοιούτοις αἰτίαν προτιθέμενος, 19.41τοῖς δὲ τἀληθὲς ἐξετάζειν πειρωμένοις ἐγώ τε, Κλήμης, καὶ οὑτοσὶ Παπίνιος καὶ πρὸ ἡμῶν σύ, ταύτας Ῥωμαίοις τε καὶ τῷ παντὶ ἀνθρωπείῳ τὰς στρέβλας προσφερόμενοι, οὐκ ἐπιτάγμασιν τοῖς Γαΐου διακονούμενοι, γνώμῃ δὲ τῇ αὐτῶν, 19.42εἰ παρὸν παῦσαι τοσαύτῃ ἤδη χρώμενον ὕβρει εἴς τε τοὺς πολίτας καὶ τοὺς ὑπηκόους διακονούμεθα, δορυφόροι καὶ δήμιοι καθεστηκότες ἀντὶ στρατιωτῶν καὶ τὰ ὅπλα ταυτὶ φέροντες οὐχ ὑπὲρ ἐλευθερίας οὐδʼ ἀρχῆς τῶν Ῥωμαίων, ἀλλʼ ἐπὶ σωτηρίᾳ τοῦ δουλουμένου τά τε σώματα αὐτῶν καὶ τὰ φρονήματα, μιαινόμενοι τῷ καθʼ ἡμέραν αἵματι σφαγῆς καὶ βασάνου τῆς ἐκείνων, μέχρι δή τις καὶ καθʼ ἡμῶν διακονήσεται τοιαῦτα Γαΐῳ.


Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 19.36 Joseph. AJ 19.40 (English) >>Joseph. AJ 19.45

Powered by PhiloLogic